HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,61
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,61.rdf
1.
[8.61] ὅ τε λέγων πάντ' εἶναι τὰ φαινόμενα ψευδῆ καὶ ἐτεῇ μόνα ὑπάρχειν τὰ νοητά, τοῦτ' ἔστι
κατ' ἀλήθειαν, ἤτοι φάσει μόνον χρώμενος τοῦτ' ἐρεῖ ἢ καὶ ἀποδεικνύς. ἀλλὰ φάσει μὲν λέγων
φάσει ἐπισχεθήσεται, ἀπόδειξιν δὲ παραλαμβάνειν πειρώμενος περιτραπήσεται.