1.

[8.61] ὅ τε λέγων πάντ' εἶναι τὰ φαινόμενα ψευδῆ καὶ ἐτεῇ μόνα ὑπάρχειν τὰ νοητά, τοῦτ' ἔστι κατ' ἀλήθειαν, ἤτοι φάσει μόνον χρώμενος τοῦτ' ἐρεῖ ἢ καὶ ἀποδεικνύς. ἀλλὰ φάσει μὲν λέγων φάσει ἐπισχεθήσεται, ἀπόδειξιν δὲ παραλαμβάνειν πειρώμενος περιτραπήσεται.