1.

[8.63] Ὁ δὲ Ἐπίκουρος (
Epicureafr. 253 Us. (ed).
) ἔλεγε μὲν πάντα τὰ αἰσθητὰ εἶναι ἀληθῆ, καὶ πᾶσαν φαντασίαν ἀπὸ ὑπάρχοντος εἶναι, καὶ τοιαύτην ὁποῖόν ἐστι τὸ κινοῦν τὴν αἴσθησιν, πλανᾶσθαι δὲ τοὺς τινὰς (Cfr. 67) μὲν τῶν φαντασιῶν λέγοντας ἀληθεῖς, τινὰς δὲ ψευδεῖς παρὰ τὸ μὴ δύνασθαι χωρίζειν δόξαν ἀπὸ ἐναργείας. ἐπὶ γοῦν τοῦ Ὀρέστου, ὅτε ἐδόκει βλέπειν τὰς Ἐρινύας (Cfr.
Euripid. Orest. 255-56
), ἡ μὲν αἴσθησις ὑπ' εἰδώλων (Cfr. M VII 209) κινουμένη ἀληθὴς ἦν (ὑπέκειτο γὰρ τὰ εἴδωλα), ὁ δὲ νοῦς οἰόμενος, ὅτι στερέμνιοί εἰσιν Ἐρινύες ἐψευδοδόξει.