1.

[8.64] καὶ ἄλλως, φησίν, οἱ προειρημένοι τῶν φαντασιῶν διαφορὰν εἰσάγοντες οὐκ ἰσχύουσι πιστώσασθαι τὸ τινὰς μὲν αὐτῶν ἀληθεῖς ὑπάρχειν, τινὰς δὲ ψευδεῖς˙ οὔτε γὰρ φαινομένῳ διδάξουσι τὸ τοιοῦτον, ζητεῖται γὰρ τὰ φαινόμενα, οὔτε ἀδήλῳ, διὰ φαινομένου γὰρ ὀφείλει τὸ ἄδηλον ἀποδείκνυσθαι.