1.

[8.65] τοιαῦτα δὴ λέγων ὁ Ἐπίκουρος ἄκων εἰς τὴν ὁμοίαν ἐκπέπτωκεν ἀπορίαν. εἰ γὰρ ὁμολογεῖ τῶν φαντασιῶν τὰς μὲν ἀπὸ στερεμνίων γίνεσθαι σωμάτων τὰς δὲ ἀπὸ εἰδώλου, καὶ δίδωσι τὸ μέν τι εἶναι ἐνάργειαν τὸ δὲ δόξαν, ζητῶ πῶς κρίνει τὰς ἀπὸ στερεμνίου σώματος φαντασίας καὶ τὰς ἀπὸ εἰδώλου προσπιπτούσας; οὔτε γὰρ ἐναργείᾳ, ζητεῖται γάρ, οὔτε δόξῃ, δι' ἐναργείας γὰρ ὀφείλει πεπιστῶσθαι.