1.

[8.66] ἄλλως τε καὶ ἄτοπός ἐστιν ἐκ τῶν μᾶλλον ζητουμένων τὰ ἧττον ζητούμενα δεικνύναι πειρώμενος. ἡμῶν γὰρ σκεπτομένων περὶ τῆς τῶν φαινομένων πίστεως, αὐτὸς τὴν περὶ τῶν εἰδώλων τερατολογουμένην καὶ μυθώδη δόξαν ἐπεισάγει.