1.

[8.67] Καὶ μὴν οὐδὲ τοῖς Στωικοῖς εὐοδεῖ ὁ λόγος˙ θέλουσι μὲν γὰρ τῶν τε αἰσθητῶν καὶ νοητῶν εἶναι διαφοράν, καθ' ἣν τὰ μέν ἐστιν ἀληθῆ τὰ δὲ ψευδῆ, οὐκ ἰσχύουσι δὲ τὸ τοιοῦτον συνάγειν. διακένους γὰρ εἶναί τινας φαντασίας ὡμολογήκασιν, ὁποῖαι προσέπιπτον τῷ Ὀρέστῃ ἀπὸ τῶν Ἐρινύων (Cfr. M VII 241), καὶ ἄλλας παρατυπωτικὰς τὰς ἀπὸ ὑποκειμένων μέν, οὐ κατ' αὐτὰ δὲ τὰ ὑποκείμενα, ὁποία ἦν ἡ κατὰ μανίαν τῷ Ἡρακλεῖ ἀπὸ τῶν ἰδίων παίδων 〈ὡς〉 Εὐρυσθέως ὑποπεσοῦσα. ἀπὸ ὑποκειμένων γὰρ ἐγίνετο τῶν παίδων, οὐ κατ' αὐτὰ δὲ τὰ ὑποκείμενα˙ οὐ γὰρ ὡς ἰδίους ἔβλεπε 〈τοὺς〉 παῖδας, ἀλλὰ φησίν (
Euripid. Herc. 982

‘εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ’