1.

[8.69] Οἷος δέ ἐστιν ὁ περὶ ταύτης τῆς στάσεως λόγος, τοιοῦτος γένοιτ' ἂν ἡμῖν καὶ ὁ περὶ τῆς λειπομένης, καθ' ἣν οἱ μὲν ἐν τῷ σημαινομένῳ, τουτέστιν ἀσωμάτῳ λεκτῷ (Cfr. PH II 81), τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑποτίθενται, οἱ δ' ἐν τῇ φωνῇ, οἱ δ' ἐν τῷ κινήματι τῆς διανοίας.