1.

[8.70] αὐτίκα γάρ, ἵνα ἀπὸ τῆς πρώτης ἄρξηταί τις, ἠξίουν οἱ Στωικοὶ (Cfr.
SVF fr. II 187 Arn. (ed).
; DL VII 66) κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον, λογικὴν δὲ εἶναι φαντασίαν καθ' ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι, τὰ δὲ αὐτοτελῆ˙ ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους 〈τρόπους〉 εἶναί φασι˙