1.

[8.71] καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον (
Hom. Il. III 130
)
‘δεῦρ' ἴθι νύμφα φίλη,’
καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον ῾῾ὁ Δίων περιπατεῖ᾽᾽, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον ῾῾ποῦ οἰκεῖ Δίων;᾽᾽