1.

[8.72] ὀνομάζεται δέ τινα παρ' αὐτοῖς καὶ ἀρατικά, ἅπερ λέγοντες ἀρώμεθα (
Hom. Il. III 300
)
‘ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος,’
καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα, ὁποῖόν ἐστι (
Hom. Il. VII 202-3

‘Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε,
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. ’