[26] καὶ Δημήτριος ὁ ἐπικληθεὶς Λάκων˙ Διογένης τε ὁ Ταρσεὺς ὁ τὰς ἐπιλέκτους σχολὰς συγγράψας˙ καὶ Ὠρίων καὶ ἄλλοι οὓς οἱ γνήσιοι Ἐπικούρειοι σοφιστὰς ἀποκαλοῦσιν.
Ἦσαν δὲ καὶ ἄλλοι Ἐπίκουροι τρεῖς˙ ὅ τε Λεοντέως υἱὸς καὶ Θεμίστας˙ ἕτερος Μάγνης˙ τέταρτος ὁπλομάχος.
Γέγονε δὲ πολυγραφώτατος ὁ Ἐπίκουρος, πάντας ὑπερβαλλόμενος πλήθει βιβλίων˙ κύλινδροι μὲν γὰρ πρὸς τοὺς τριακοσίους εἰσί. γέγραπται δὲ μαρτύριον ἔξωθεν ἐν αὐτοῖς οὐδέν, ἀλλ' αὐτοῦ εἰσιν Ἐπικούρου φωναί. ἐζήλου δὲ αὐτὸν Χρύσιππος ἐν πολυγραφίᾳ, καθά φησι Καρνεάδης παράσιτον αὐτὸν τῶν βιβλίων ἀποκαλῶν˙ εἰ γάρ τι γράψαι ὁ Ἐπίκουρος, φιλονεικεῖ τοσοῦτον γράψαι ὁ Χρύσιππος.

[26] καὶ Δημήτριος ὁ ἐπικληθεὶς Λάκων˙ Διογένης τε ὁ Ταρσεὺς ὁ τὰς ἐπιλέκτους σχολὰς συγγράψας˙ καὶ Ὠρίων καὶ ἄλλοι οὓς οἱ γνήσιοι Ἐπικούρειοι Σοφιστὰς ἀποκαλοῦσιν.
[72710] Ἦσαν δὲ καὶ ἄλλοι Ἐπίκουροι τρεῖς˙ ὅ τε Λεοντέως υἱὸς καὶ Θεμίστας˙ ἕτερος Μάγνης˙ τρίτος ὁπλομάχος.
Γέγονε δὲ πολυγραφώτατος ὁ Ἐπίκουρος, πάντας ὑπερβαλλόμενος πλήθει βιβλίων˙ κύλινδροι μὲν γὰρ πρὸς τοὺς τριακοσίους εἰσί˙ γέγραπται δὲ μαρτύριον ἔξωθεν
[72715] ἐν αὐτοῖς οὐδέν, ἀλλ' αὗταί εἰσιν Ἐπικούρου φωναί. Ἐζήλου δὲ αὐτὸν Χρύσιππος ἐν πολυγραφίᾳ, καθά φησι Καρνεάδης παράσιτον αὐτοῦ τῶν βιβλίων ἀποκαλῶν˙ "Εἰ γάρ τι γράψαι ὁ Ἐπίκουρος, φιλονεικεῖ τοσοῦτον γράψαι ὁ Χρύσιππος.