1.

[8.75] οὐκοῦν, φασὶν οἱ ἀπὸ τῆς σκέψεως, τὸ εἶναί τι λεκτὸν ἀσώματον, ὃ κεχώρισται τῆς τε σημαινούσης φωνῆς, οἷον τῆς ῾῾Δίων᾽᾽, καὶ τοῦ τυγχάνοντος, καθάπερ αὐτοῦ τοῦ Δίωνος, πόθεν ἔχουσι παραστῆσαι; ἢ γὰρ αὐτόθεν ἐροῦσι τοῦθ' ὑπάρχειν οἱ Στωικοί, ἢ δι' ἀποδείξεως τὴν ὕπαρξιν αὐτοῦ πιστώσονται.