HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,76
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,76.rdf
1.
[8.76] (§§ 76-77 Cfr.
PH
II 107-108;
M
I 157 et VIII
258) καὶ εἰ μὲν αὐτόθεν λέγοιεν τὸ ἀσώματον τοῦτο λεκτὸν ὑπάρχειν, καὶ ἡμῖν ἐξέσται
λέγειν αὐτόθεν ὅτι οὐκ ἔστιν˙ ὡς γὰρ ἐκεῖνοι χωρὶς ἀποδείξεώς εἰσι πιστοί, οὕτω καὶ οἱ
ἀπορητικοὶ τοὐναντίον διὰ ψιλῆς προφερόμενοι φάσεως γενήσονται πιστοί, ἢ εἴπερ ἀπιστοῦνται, καὶ
οἱ ἀπὸ τῆς Στοᾶς ὁμοίως ἄπιστοι γενήσονται.