1.

[8.76] (§§ 76-77 Cfr. PH II 107-108; M I 157 et VIII 258) καὶ εἰ μὲν αὐτόθεν λέγοιεν τὸ ἀσώματον τοῦτο λεκτὸν ὑπάρχειν, καὶ ἡμῖν ἐξέσται λέγειν αὐτόθεν ὅτι οὐκ ἔστιν˙ ὡς γὰρ ἐκεῖνοι χωρὶς ἀποδείξεώς εἰσι πιστοί, οὕτω καὶ οἱ ἀπορητικοὶ τοὐναντίον διὰ ψιλῆς προφερόμενοι φάσεως γενήσονται πιστοί, ἢ εἴπερ ἀπιστοῦνται, καὶ οἱ ἀπὸ τῆς Στοᾶς ὁμοίως ἄπιστοι γενήσονται.