1.

[8.79] Καὶ ἄλλα δὲ πλείω ἔστιν εἰς τὸν τόπον λέγειν, περὶ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ ἀποδείξεως διεξελευσόμεθα (Cfr. §§ 300-315). τὰ νῦν δὲ ἐκεῖνο ῥητέον, ὅτι τὸ αὐτοτελὲς ἀξίωμα σύνθετον εἶναι θέλουσιν, οἷον τὸ "ἡμέρα ἔστι" σύγκειται ἔκ τε τοῦ ἡμέρα καὶ τοῦ ἔστιν. ἀσώματον δὲ οὐδὲν οὔτε συντεθῆναι οὔτε μερισθῆναι δύναται˙ ἴδια γὰρ σωμάτων ἐστὶ ταῦτα. τοίνυν οὐδέν ἐστιν αὐτοτελὲς πρᾶγμα οὐδὲ ἀξίωμα.