1.

[8.80] (§§ 80-84 Cfr. PH II 109) πᾶν τε λεκτὸν λέγεσθαι δεῖ, ὅθεν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας˙ οὐδὲν δὲ λεκτὸν λέγεται, ὡς παριστᾶσιν οἱ ἀπορητικοί˙ οὐκ ἄρα ἔστι τι λεκτόν. ᾧ ἕπεται μηδὲ ἀξίωμα εἶναι μηδὲν ἀληθὲς ἢ ψεῦδος. λέγειν γάρ ἐστι, καθὼς αὐτοί φασιν οἱ ἀπὸ τῆς Στοᾶς, (Cfr.
SVF fr. II 167 Arn. (ed).
) τὸ τὴν τοῦ νοουμένου πράγματος σημαντικὴν προφέρεσθαι φωνήν, οἷον τοῦδε τοῦ στίχου (
Hom. Il. I 1

‘μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος (Cfr. M I 133-140).’