1.

[8.81] ἀλλὰ τούτου γε τὴν σημαντικὴν φωνὴν ἀμήχανόν ἐστι προφέρεσθαι διὰ τὸ οὗ τὰ μέρη μὴ συνυπάρχει, μηδὲ αὐτὸ ἐκεῖνο ὑπάρχειν, τούτου δὲ τοῦ πράγματος τὰ μέρη μὴ συνυπάρχειν, ὥστε μηδ' αὐτὸ ὑπαρκτὸν εἶναι. τὸ δ' ὅτι ἀσυνύπαρκτά ἐστιν αὐτοῦ τὰ μέρη, αὐτόθεν δείκνυται. ὅτε γὰρ τὸ πρῶτον ἡμιστίχιον προφερόμεθα, οὔπω ἔστι τὸ δεύτερον, καὶ ὅτε τὸ δεύτερον προφερόμεθα, οὐκέτ' ἔστι τὸ πρῶτον, ὥστε τὸν μὲν ὅλον στίχον οὐ προφερόμεθα.