1.

[8.82] καὶ μὴν οὐδὲ τὸ ἡμιστίχιον˙ ὅταν γὰρ πάλιν τὸ πρῶτον τοῦ ἡμιστιχίου μέρος λέγωμεν, τότε οὔπω τὸ δεύτερον αὐτοῦ μέρος προφερόμεθα, καὶ ὅτε τὸ δεύτερον προφερόμεθα, οὐκέτι λέγομεν τὸ πρῶτον, ὥστε οὐδὲ τὸ ἡμιστίχιον ὑπάρχει. κἂν δὲ σκοπῶμεν, οὐδὲ μία λέξις, οἷον ἡ ῾῾μῆνιν᾽᾽˙ ὅτε γὰρ τὴν μη συλλαβὴν λέγομεν, οὐδέπω τὴν νιν προφερόμεθα, καὶ ὅτε τὴν νιν προφερόμεθα, οὐκέτι τὴν μη.