1.

[8.83] εἰ οὖν ἀδύνατόν ἐστιν ὑπάρχειν τι οὗ τὰ μέρη ἀσυνύπαρκτά ἐστι, δέδεικται δὲ καὶ ἐπὶ μιᾶς λέξεως ἀσυνύπαρκτα τὰ μέρη, ῥητέον μηδεμίαν ὑπάρχειν λέξιν. διὰ τοῦτο δὲ οὐδὲ ἀξίωμα, ὅ φασι σύνθετον εἶναι, οἷον τὸ τοιοῦτο ῾῾Σωκράτης ἔστιν᾽᾽. ὅτε γὰρ λέγεται Σωκράτης, οὔπω ἔστι τὸ ἔστιν, καὶ ὅτε τὸ ἔστι λέγεται, τὸ Σωκράτης οὐκέτι ἔστιν. οὐδέποτε ἄρα ὅλον ὑπάρχει τὸ ἀξίωμα, ἀλλὰ μέρη τοῦ ὅλου˙ τὰ δὲ μέρη τούτου οὐκ ἔστιν ἀξιώματα.