HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,84
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,84.rdf
1.
[8.84] οὐκ ἄρα ἔστι τι ἀξίωμα. καίτοι τί περὶ ὅλου τοῦ ἀξιώματος διέξιμεν τοῦ ῾῾Σωκράτης ἔστιν᾽᾽, ὅτε καὶ αὐτὸ κατ' ἰδίαν τὸ πτωτικὸν τὸ
Σωκράτης οὐ δύναται ἐν ὑπάρξει νοεῖσθαι διὰ τὴν
αὐτὴν αἰτίαν; φημὶ δὲ διὰ τὸ μὴ συνυπάρχειν τὰ συστατικὰ αὐτοῦ μόρια.