1.

[8.84] οὐκ ἄρα ἔστι τι ἀξίωμα. καίτοι τί περὶ ὅλου τοῦ ἀξιώματος διέξιμεν τοῦ ῾῾Σωκράτης ἔστιν᾽᾽, ὅτε καὶ αὐτὸ κατ' ἰδίαν τὸ πτωτικὸν τὸ Σωκράτης οὐ δύναται ἐν ὑπάρξει νοεῖσθαι διὰ τὴν αὐτὴν αἰτίαν; φημὶ δὲ διὰ τὸ μὴ συνυπάρχειν τὰ συστατικὰ αὐτοῦ μόρια.