HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,85
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,85.rdf
1.
[8.85] Διδομένου δὲ τοῦ ἀξίωμα εἶναί τι, 〈....〉 ἀληθὲς καί τι ψεῦδος οὐ συγχωρήσουσιν οἱ ἀπὸ
τῆς σκέψεως διὰ τὸ μὴ εὐαπόδοτον αὐτὸ καθεστάναι τοῖς πρὸς οὕς ἐστιν ὁ λόγος. φασὶ γὰρ ἀληθὲς
μὲν εἶναι ἀξίωμα ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι, ψεῦδος δὲ ὃ οὐχ ὑπάρχει μὲν ἀντίκειται δέ
τινι. ἐρωτώμενοι δέ, τί ἐστι τὸ ὑπάρχον, λέγουσι τὸ καταληπτικὴν κινοῦν φαντασίαν˙