1.

[8.86] εἶτα περὶ τῆς καταληπτικῆς φαντασίας ἐξεταζόμενοι πάλιν ἐπὶ τὸ ὑπάρχον, ἐπ' ἴσης ὂν ἄγνωστον, ἀνατρέχουσι, λέγοντες ῾῾καταληπτική ἐστι φαντασία ἡ ἀπὸ ὑπάρχοντος κατ' αὐτὸ τὸ ὑπάρχον᾽᾽. ὅπερ ἦν ἴσον τῷ δι' ἀγνοουμένου τὸ ἀγνοούμενον διδάσκειν καὶ εἰς τὸν δι' ἀλλήλων ἐμπίπτειν τρόπον. ἵνα γὰρ τὸ ὑπάρχον μάθωμεν, ἐπὶ τὴν καταληπτικὴν ἡμᾶς φαντασίαν ἀποστέλλουσι, λέγοντες ὑπάρχον εἶναι τὸ κινοῦν καταληπτικὴν φαντασίαν˙ ἵνα δὲ τὴν καταληπτικὴν γνῶμεν φαντασίαν, ἐπὶ τὸ ὑπάρχον (Cfr. M VII 248) ἀνταποστέλλουσιν. μήτε οὖν ἐκεῖνο μήτε ταύτην γινώσκοντες οὐδὲ τὸ ἀπ' αὐτῶν διδασκόμενον ἀληθὲς καὶ ψεῦδος ἀξίωμα συνήσομεν.