1.

[8.87] Κἂν ταύτης δὲ τῆς ἀπορίας ἀφίστηταί τις, μείζων ἄλλη παρ' αὐτὴν ἀνακύψει τοῖς τὴν Στωικὴν τεχνολογίαν ἀποδεχομένοις. ὥσπερ γὰρ εἰ βουλοίμεθα μαθεῖν τί ἐστιν ἄνθρωπος, πρότερον ὀφείλομεν ἐγνωκέναι τί τὸ ζῷον καὶ τί τὸ λογικὸν καὶ τί τὸ θνητόν (ἐκ τούτων γὰρ συνέστηκεν ἡ τοῦ ἀνθρώπου νόησις), καὶ ὃν τρόπον εἰ προαιροίμεθα γινώσκειν τί ἐστι κύων, προκατειληφέναι δεήσει πάλιν τὸ ζῷον καὶ τὸ ὑλακτικόν (ἐκ τούτων γὰρ ἐνοεῖτο ὁ κύων),