1.

[8.88] οὕτως εἰ ἀληθές ἐστι κατὰ τοὺς Στωικοὺς (Cfr.
SVF fr. II 214 Arn. (ed).
) ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι καὶ ψεῦδος ὃ μὴ ὑπάρχει μὲν ἀντίκειται δέ τινι, κατ' ἀνάγκην ὀφείλομεν γινώσκειν εἰς τὴν τούτων νόησιν τί ἐστι τὸ ἀντικείμενον. οὐ πάνυ δέ γε δύνανται παραστῆσαι τὸ ἀντικείμενον ἡμῖν οἱ Στωικοί˙ τοίνυν οὐδὲ τὸ ἀληθὲς ἢ ψεῦδος ἔσται γνώριμα.