HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,89
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,89.rdf
1.
[8.89] φασὶ γὰρ ῾῾ἀντικείμενά ἐστιν ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζει᾽᾽, οἷον
῾῾ἡμέρα ἔστιν-οὐχ ἡμέρα ἔστιν᾽᾽. τοῦ γὰρ ῾῾ἡμέρα ἔστιν᾽᾽ ἀξιώματος τὸ ῾῾οὐχ ἡμέρα ἔστιν᾽᾽
ἀποφάσει πλεονάζει τῇ οὐχί, καὶ διὰ τοῦτ' ἀντικείμενόν ἐστιν ἐκείνῳ. ἀλλ' εἰ τοῦτ' ἔστι τὸ
ἀντικείμενον, ἔσται καὶ τὰ τοιαῦτα ἀντικείμενα, τό τε ῾῾ἡμέρα ἔστι 〈καὶ φῶς ἔστιν᾽᾽ καὶ τὸ
῾῾ἡμέρα ἔστιν〉 καὶ οὐχὶ φῶς ἔστιν᾽᾽˙ τοῦ γὰρ ῾῾ἡμέρα ἔστιν 〈καὶ φῶς ἔστιν〉᾽᾽ ἀξιώματος ἀποφάσει
πλεονάζει τὸ ῾῾〈ἡμέρα ἔστιν καὶ〉 οὐχὶ φῶς ἔστιν᾽᾽. οὐχὶ δέ γε κατ' αὐτοὺς ταῦτα ἀντικείμενά
ἐστιν˙ οὐκ ἄρα ἀντικείμενά ἐστι 〈τῷ〉 τὸ ἕτερον τοῦ ἑτέρου ἀποφάσει πλεονάζειν.