1.

[8.92] τοῦτ' οὖν προσλαβοῦσα ἡ ἐννεὰς οὐ γενήσεται πλείων τῶν ἐννέα, ἐλάττων δὲ μᾶλλον. [τῇ γὰρ προσλήψει ταύτης οὐ γενήσεται ἡ ἐννεὰς τῆς ἐννεάδος μείζων, ἀλλὰ ἐλάσσων μᾶλλον.] ἐπεὶ οὖν καὶ ἡ ῾῾οὐχὶ᾽᾽ ἀπόφασις μικρότερόν τι ἐστὶ τοῦ ἀξιώματος, οὐ ποιήσει τὸ ἀξίωμα μεῖζον, διότι, ὡς μεγέθους τινὸς μετουσίᾳ γίνεταί τι μεῖζον, οὕτω καὶ ἐλάττονος μετουσίᾳ ἔλαττον ἀποτελεῖται. Ὁ μὲν οὖν Πλάτωνος λόγος οὕτως εἰς τὸν τόπον ὑπό τινων μεταχθήσεται˙