1.

[8.93] ἐπισυνάπτοντες δὲ ἡμεῖς τοῖς προκειμένοις κἀκεῖνο λέγωμεν ὡς, εἴπερ τὸ ἀληθὲς ἀξίωμά ἐστι, πάντως ἢ ἁπλοῦν ἐστιν ἀξίωμα ἢ οὐχ ἁπλοῦν ἢ καὶ ἁπλοῦν καὶ οὐχ ἁπλοῦν. τῶν γὰρ ἀξιωμάτων πρώτην σχεδὸν καὶ κυριωτάτην ἐκφέρουσι διαφορὰν οἱ διαλεκτικοὶ (Cfr.
SVF fr. II 205 Arn. (ed).
) καθ' ἣν τὰ μέν ἐστιν αὐτῶν ἁπλᾶ, τὰ δ' οὐχ ἁπλᾶ. καὶ ἁπλᾶ μὲν ὅσα μήτ' ἐξ ἑνὸς ἀξιώματος δὶς λαμβανομένου συνέστηκεν (Cfr. PH II 112), μήτ' ἐξ ἀξιωμάτων διαφερόντων 〈καὶ〉 διὰ τινὸς ἢ τινῶν συνδέσμων, οἷον ῾῾ἡμέρα ἔστιν, [ἢ] νὺξ ἔστιν, Σωκράτης διαλέγεται᾽᾽, πᾶν ὃ τῆς ὁμοίας ἐστὶν ἰδέας.