1.

[8.94] ὥσπερ γὰρ τὸν στήμονα ἁπλοῦν λέγομεν καίπερ ἐκ τριχῶν συνεστῶτα, ἐπεὶ οὐκ ἐκ στημόνων, οἵτινές εἰσιν ὁμογενεῖς, πέπλεκται, οὕτως ἁπλᾶ λέγεται ἀξιώματα, ἐπεὶ οὐκ ἐξ ἀξιωμάτων συνέστηκεν ἀλλ' ἐξ ἄλλων τινῶν. οἷον τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽ ἁπλοῦν ἐστι παρόσον οὔτε ἐκ τοῦ αὐτοῦ ἔστιν ἀξιώματος δὶς λαμβανομένου οὔτε ἐκ διαφερόντων συνέστηκεν, ἐξ ἄλλων δὲ τινῶν συγκέκριται, οἷον τοῦ ῾῾ἡμέρα᾽᾽ καὶ τοῦ ῾῾ἔστιν᾽᾽. καὶ μὴν οὐδὲ σύνδεσμός ἐστιν ἐν αὐτῷ.