1.

[8.95] οὐχ ἁπλᾶ δὲ ἐτύγχανε τὰ οἷον διπλᾶ, καὶ ὅσα δ' ἐξ ἀξιώματος. δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον ῾῾εἰ ἡμέρα ἔστιν 〈ἡμέρα ἔστιν〉˙ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ εἰ νὺξ ἔστι, σκότος ἔστιν˙ καὶ [εἰ] ἡμέρα ἔστι καὶ φῶς ἔστιν˙ ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν᾽᾽.