1.

[8.97] ἀόριστα δέ ἐστι κατ' αὐτοὺς ἐν οἷς ἀόριστόν τι κυριεύει μόριον, οἷον ῾῾τὶς κάθηται᾽᾽, μέσα δὲ τὰ οὕτως ἔχοντα ῾῾ἄνθρωπος κάθηται᾽᾽ ἢ ῾῾Σωκράτης περιπατεῖ᾽᾽. τὸ μὲν οὖν ῾῾τὶς περιπατεῖ᾽᾽ ἀόριστόν ἐστιν, ἐπεὶ οὐκ ἀφώρικέ τινα τῶν ἐπὶ μέρους περιπατούντων˙ κοινῶς γὰρ ἐφ' ἑκάστου αὐτῶν ἐκφέρεσθαι δύναται˙ τὸ δὲ ῾῾οὗτος κάθηται᾽᾽ ὡρισμένον ἐστίν, ἐπείπερ ἀφώρικε τὸ δεικνύμενον πρόσωπον. τὸ δὲ ῾῾Σωκράτης κάθηται᾽᾽ μέσον ὑπῆρχεν, ἐπείπερ οὔτε ἀόριστόν ἐστιν (ἀφώρικε γὰρ τὸ εἶδος), οὔτε ὡρισμένον (οὐ γὰρ μετὰ δείξεως ἐκφέρεται), ἀλλ' ἔοικε μέσον ἀμφοτέρων ὑπάρχειν, τοῦ τε ἀορίστου καὶ τοῦ ὡρισμένου.