HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,99
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,99.rdf
1.
[8.99] Τοιαῦτα μὲν ὡς ἐν κεφαλαίοις τὰ ἐπὶ τῶν ἁπλῶν ἀξιωμάτων λεγόμενα τοῖς διαλεκτικοῖς
ὑπῆρχεν. οἱ δὲ ἀπορητικοὶ ζητοῦσι πρῶτον, εἰ δύναται τὸ ὡρισμένον ἀληθὲς εἶναι˙ τούτου γὰρ
ἀναιρεθέντος οὐδὲ τὸ ἀόριστον δύναται ὑπάρχειν ἀληθές, ἀναιρουμένου δὲ καὶ τοῦ ἀορίστου οὐδὲ τὸ
μέσον τούτων ὑποστήσεται. ταῦτα δ' ἦν ὥσπερ στοιχεῖα τῶν ἁπλῶν ἀξιωμάτων˙ τοίνυν ἀθετουμένων
αὐτῶν οἰχήσεται καὶ τὰ ἁπλᾶ ἀξιώματα, καὶ οὐκ ἐνέσται λέγειν τἀληθὲς ἐν τοῖς ἁπλοῖς ὑπάρχειν
ἀξιώμασιν.