1.

[8.99] Τοιαῦτα μὲν ὡς ἐν κεφαλαίοις τὰ ἐπὶ τῶν ἁπλῶν ἀξιωμάτων λεγόμενα τοῖς διαλεκτικοῖς ὑπῆρχεν. οἱ δὲ ἀπορητικοὶ ζητοῦσι πρῶτον, εἰ δύναται τὸ ὡρισμένον ἀληθὲς εἶναι˙ τούτου γὰρ ἀναιρεθέντος οὐδὲ τὸ ἀόριστον δύναται ὑπάρχειν ἀληθές, ἀναιρουμένου δὲ καὶ τοῦ ἀορίστου οὐδὲ τὸ μέσον τούτων ὑποστήσεται. ταῦτα δ' ἦν ὥσπερ στοιχεῖα τῶν ἁπλῶν ἀξιωμάτων˙ τοίνυν ἀθετουμένων αὐτῶν οἰχήσεται καὶ τὰ ἁπλᾶ ἀξιώματα, καὶ οὐκ ἐνέσται λέγειν τἀληθὲς ἐν τοῖς ἁπλοῖς ὑπάρχειν ἀξιώμασιν.