HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,100
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,100.rdf
1.
[8.100] καὶ δὴ τὸ ὡρισμένον τοῦτο ἀξίωμα, τὸ ῾῾οὗτος κάθηται᾽᾽ ἢ ῾῾οὗτος περιπατεῖ᾽᾽, τότε
φασὶν ἀληθὲς ὑπάρχειν, ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ
καθῆσθαι ἢ τὸ περιπατεῖν. ἀλλ' ἔν τε τῷ λέγειν ῾῾οὗτος περιπατεῖ᾽᾽ δεικνυμένου τινὸς τῶν ἐπὶ
μέρους ἀνθρώπων, ἤτοι Σωκράτης ἐστὶ λόγου χάριν ὁ ὑπὸ τὴν δεῖξιν πίπτων ἢ μέρος τι τοῦ
Σωκράτους˙ οὔτε δὲ Σωκράτης ἐστὶν ὁ ὑπὸ τὴν δεῖξιν πίπτων οὔτε μέρος τι τοῦ Σωκράτους, ὡς
παραστήσομεν˙ οὐκ ἄρα δύναται ἀληθὲς εἶναι τὸ ὡρισμένον ἀξίωμα.