1.

[8.100] καὶ δὴ τὸ ὡρισμένον τοῦτο ἀξίωμα, τὸ ῾῾οὗτος κάθηται᾽᾽ ἢ ῾῾οὗτος περιπατεῖ᾽᾽, τότε φασὶν ἀληθὲς ὑπάρχειν, ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ καθῆσθαι ἢ τὸ περιπατεῖν. ἀλλ' ἔν τε τῷ λέγειν ῾῾οὗτος περιπατεῖ᾽᾽ δεικνυμένου τινὸς τῶν ἐπὶ μέρους ἀνθρώπων, ἤτοι Σωκράτης ἐστὶ λόγου χάριν ὁ ὑπὸ τὴν δεῖξιν πίπτων ἢ μέρος τι τοῦ Σωκράτους˙ οὔτε δὲ Σωκράτης ἐστὶν ὁ ὑπὸ τὴν δεῖξιν πίπτων οὔτε μέρος τι τοῦ Σωκράτους, ὡς παραστήσομεν˙ οὐκ ἄρα δύναται ἀληθὲς εἶναι τὸ ὡρισμένον ἀξίωμα.