HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,101
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,101.rdf
1.
[8.101] καὶ Σωκράτης μὲν οὐχ ὑποπίπτει τῇ δείξει, παρόσον αὐτοῦ ἐκ ψυχῆς καὶ σώματος
συνεστῶτος † οὔθ' ἡ ψυχὴ δείκνυται οὔτε τὸ σῶμα οὔτε τὸ ὅλον, ὑπὸ τὴν δεῖξιν πίπτοντα †. καὶ
μὴν οὐδὲ μόριόν τι Σωκράτους ὑπέπιπτε τῇ δείξει˙ εἰ γὰρ τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβηκέναι
φασὶ τὸ κατηγόρημα (τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι), οὐδέποτε δὲ τῷ δεικνυμένῳ μορίῳ ὄντι ἐλαχίστῳ
συμβέβηκε τὸ κατηγόρημα, οἷον τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι, κατ' ἀνάγκην οὐδὲ τὸ μόριον ἔσται
πίπτον ὑπὸ τὴν δεῖξιν.