1.

[8.101] καὶ Σωκράτης μὲν οὐχ ὑποπίπτει τῇ δείξει, παρόσον αὐτοῦ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτος † οὔθ' ἡ ψυχὴ δείκνυται οὔτε τὸ σῶμα οὔτε τὸ ὅλον, ὑπὸ τὴν δεῖξιν πίπτοντα †. καὶ μὴν οὐδὲ μόριόν τι Σωκράτους ὑπέπιπτε τῇ δείξει˙ εἰ γὰρ τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβηκέναι φασὶ τὸ κατηγόρημα (τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι), οὐδέποτε δὲ τῷ δεικνυμένῳ μορίῳ ὄντι ἐλαχίστῳ συμβέβηκε τὸ κατηγόρημα, οἷον τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι, κατ' ἀνάγκην οὐδὲ τὸ μόριον ἔσται πίπτον ὑπὸ τὴν δεῖξιν.