1.

[8.102] ἀλλ' εἰ μήτε τοῦτο μήτε Σωκράτης, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οἴχεται τὸ κατὰ δεῖξιν ἐκφερόμενον ὡρισμένον ἀξίωμα, σὺν τῷ καὶ ἀόριστον αὐτὸ γίνεσθαι σχεδόν˙ εἰ γὰρ ἐνδέχεται τοῦτ' εἶναι τὸ δεικνύμενον τοῦ Σωκράτους μέρος, ἐνδέχεται δὲ μηδὲ τοῦτο ἀλλ' ἕτερον, ἐξ ἀνάγκης ἀόριστον γίνεται τὸ ὅλον. μὴ ὄντος οὖν τοῦ ὡρισμένου ἀξιώματος οὐδὲ τὸ ἀόριστον ἔσται (Cfr. § 98). διὰ δὲ τοῦτο οὐδὲ τὸ μέσον ὑποστήσεται.