1.

[8.103] Πρὸς τούτοις ὅταν λέγωσι τὸ μὲν ῾῾ἡμέρα ἔστιν᾽᾽ ἀξίωμα ἐπὶ τοῦ παρόντος εἶναι ἀληθές, τὸ δὲ ῾῾νὺξ ἔστι᾽᾽ ψεῦδος, καὶ τὸ μὲν ῾῾οὐχὶ ἡμέρα ἔστι᾽᾽ ψεῦδος, τὸ δὲ ῾῾οὐχὶ νὺξ ἔστιν᾽᾽ ἀληθές, ἐπιστήσει 〈τις〉, πῶς μία οὖσα καὶ ἡ αὐτὴ ἀπόφασις τοῖς μὲν ἀληθέσι προσελθοῦσα ψευδῆ ταῦτα ποιεῖ, τοῖς δὲ ψευδέσιν ἀληθῆ. ὅμοιον γάρ ἐστι τοῦτο τῷ κατὰ τὸ Αἰσώπειον αἴνιγμα Σειληνῷ, ὃς ὁρῶν τὸν αὐτὸν ἄνθρωπον χειμῶνος ὥρᾳ καὶ ὑπὲρ τοῦ μὴ ψύχεσθαι τὰς χεῖρας [ἐμφυσῶντα] καὶ ὑπὲρ τοῦ μὴ καίεσθαι ἐμφυσῶντα τῷ στόματι, ἔφη μὴ ἂν ὑπομεῖναι τοιούτῳ θηρίῳ συζῆν ἐξ οὗ τὰ ἐναντιώτατα προέρχεται.