1.

[8.104] ὧδε γὰρ καὶ αὐτὴ ἡ ἀπόφασις τὰ μὲν ὑπάρχοντα ἀνύπαρκτα ποιοῦσα, τὰ δὲ ἀνύπαρκτα ὑπαρκτά, τεραστίου φύσεως μετείληφεν. ἢ γὰρ ὑπάρχειν αὐτὴν θέλουσιν ἢ μὴ ὑπάρχειν ἢ 〈μήτε ὑπάρχειν μήτε μὴ ὑπάρχειν ἢ〉 ὑπάρχειν ἅμα καὶ μὴ ὑπάρχειν. καὶ εἰ μὲν ὑπάρχειν, πῶς ὑπάρχοντι προσελθοῦσα ἀνύπαρκτον τὸ ὅλον ποιεῖ καὶ οὐ μᾶλλον ὑπάρχον; ὑπάρχον γὰρ ὑπάρχοντι προσγενόμενον βεβαιοῖ μᾶλλον τὴν ὕπαρξιν.