HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,105
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,105.rdf
1.
[8.105] εἰ δὲ ἀνύπαρκτον, τίνι λόγῳ τῷ μὴ ὑπάρχοντι προσελθοῦσα ὑπαρκτὸν αὐτὸ ποιεῖ καὶ οὐ
μᾶλλον ἀνύπαρκτον; ἀνυπάρκτῳ γὰρ ἀνύπαρκτον προστεθὲν οὐχ ὕπαρξιν ἀλλ' ἀνυπαρξίαν ἀπεργάζεται.
ἢ πῶς ἀνύπαρκτος οὖσα μετατίθησι τὸ ὑπαρκτὸν εἰς ἀνυπαρξίαν, ἀλλ' οὐ κατὰ μέν τι ὑπαρκτὸν κατὰ
δέ τι ἀνύπαρκτον αὐτὸ ποιεῖ; ὡς γὰρ λευκὸν καὶ μέλαν συντεθέντα οὐ μέλαν ἢ λευκὸν ποιεῖ, ἀλλὰ
κατὰ μέν τι λευκὸν κατὰ δέ τι μέλαν, οὕτω καὶ ἀνύπαρκτον ὑπαρκτῷ συνελθὸν τὸ ὅλον ποιήσει κατὰ
μέν τι ὑπαρκτὸν κατὰ δέ τι ἀνύπαρκτον.