1.

[8.105] εἰ δὲ ἀνύπαρκτον, τίνι λόγῳ τῷ μὴ ὑπάρχοντι προσελθοῦσα ὑπαρκτὸν αὐτὸ ποιεῖ καὶ οὐ μᾶλλον ἀνύπαρκτον; ἀνυπάρκτῳ γὰρ ἀνύπαρκτον προστεθὲν οὐχ ὕπαρξιν ἀλλ' ἀνυπαρξίαν ἀπεργάζεται. ἢ πῶς ἀνύπαρκτος οὖσα μετατίθησι τὸ ὑπαρκτὸν εἰς ἀνυπαρξίαν, ἀλλ' οὐ κατὰ μέν τι ὑπαρκτὸν κατὰ δέ τι ἀνύπαρκτον αὐτὸ ποιεῖ; ὡς γὰρ λευκὸν καὶ μέλαν συντεθέντα οὐ μέλαν ἢ λευκὸν ποιεῖ, ἀλλὰ κατὰ μέν τι λευκὸν κατὰ δέ τι μέλαν, οὕτω καὶ ἀνύπαρκτον ὑπαρκτῷ συνελθὸν τὸ ὅλον ποιήσει κατὰ μέν τι ὑπαρκτὸν κατὰ δέ τι ἀνύπαρκτον.