1.

[8.106] ἄλλως τε τὸ ἀνύπαρκτόν τι ποιοῦν ποιεῖ τι, τὸ δὲ ποιοῦν ἔστι καὶ ὑπάρχει˙ 〈...〉 ἡ ἄρα ἀπόφασις μὴ ὑπάρχουσα οὐδὲ ποιήσει τι ἀνύπαρκτον. λείπεται ἄρα λέγειν μήτε ὑπάρχειν αὐτὴν μήτε μὴ ὑπάρχειν. ἀλλ' εἰ τοιαύτη ἐστί, πῶς πάλιν μήτε ὑπάρχουσα μήτε μὴ ὑπάρχουσα τῷ μὲν ὑπάρχοντι προσελθοῦσα ἀνυπαρξίαν ποιεῖ, τῷ δὲ μὴ ὑπάρχοντι ὕπαρξιν;