1.

[8.107] ὡς γὰρ τὸ μήτε θερμὸν μήτε ψυχρὸν τῷ θερμῷ προσελθὸν οὐ δύναται ποιῆσαι ψυχρόν, οὐδὲ τῷ ψυχρῷ θερμόν, οὕτως ἄλογόν ἐστι τὸ μήτε ὑπάρχον μήτε μὴ ὑπάρχον τῷ μὲν ὑπάρχοντι προσελθὸν ἀνυπαρξίαν ποιεῖν, τῷ δὲ ἀνυπάρκτῳ ὕπαρξιν. τὰ δὲ αὐτὰ ἐνέσται ἀπορεῖν καὶ ἐὰν κατὰ τὶ μὲν ὑπάρχειν λέγωσι τὴν ἀπόφασιν, κατὰ δέ τι ἀνύπαρκτον εἶναι.