1.

[8.108] Νῦν δὲ ἐπὶ ποσὸν ψηλαφηθείσης τῆς ἐπὶ τῶν ἁπλῶν ἀξιωμάτων παρὰ τοῖς διαλεκτικοῖς νομοθεσίας, μετίωμεν καὶ τὴν ἐπὶ τῶν οὐχ ἁπλῶν. καὶ δὴ οὐχ ἁπλᾶ μέν ἐστιν ἀξιώματα τὰ ἀνώτερον προειρημένα (Cfr. § 95), ἅπερ ἐξ ἀξιώματος διαφορουμένου ἢ 〈ἐξ〉 ἀξιωμάτων διαφερόντων συνέστηκε καὶ ἐν οἷς σύνδεσμος ἢ σύνδεσμοι ἐπικρατοῦσιν.