HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,109
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,109.rdf
1.
[8.109] λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον συνημμένον. τοῦτο τοίνυν
συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων 〈καὶ〉 διὰ τοῦ ῾῾εἴ᾽᾽ ἢ
῾῾εἴπερ᾽᾽ συνδέσμου, οἷον ἐκ διαφορουμένου μὲν ἀξιώματος καὶ τοῦ ῾῾εἰ᾽᾽ συνδέσμου συνέστηκε τὸ
τοιοῦτον συνημμένον ῾῾εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν᾽᾽,