1.

[8.109] λαμβανέσθω δὲ ἐκ τούτων ἐπὶ τοῦ παρόντος τὸ καλούμενον συνημμένον. τοῦτο τοίνυν συνέστηκεν ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων 〈καὶ〉 διὰ τοῦ ῾῾εἴ᾽᾽ ἢ ῾῾εἴπερ᾽᾽ συνδέσμου, οἷον ἐκ διαφορουμένου μὲν ἀξιώματος καὶ τοῦ ῾῾εἰ᾽᾽ συνδέσμου συνέστηκε τὸ τοιοῦτον συνημμένον ῾῾εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν᾽᾽,