1.

[8.110] ἐκ διαφερόντων δὲ ἀξιωμάτων καὶ διὰ τοῦ ῾῾εἴπερ᾽᾽ συνδέσμου τὸ οὕτως ἔχον ῾῾εἴπερ ἡμέρα ἔστι, φῶς ἔστιν᾽᾽. τῶν δὲ ἐν τῷ συνημμένῳ ἀξιωμάτων τὸ μετὰ τὸν ῾῾εἴ᾽᾽ ἢ τὸν ῾῾εἴπερ᾽᾽ σύνδεσμον τεταγμένον ἡγούμενόν τε καὶ πρῶτον καλεῖται, τὸ δὲ λοιπὸν λῆγόν τε καὶ δεύτερον, καὶ ἐὰν ἀναστρόφως ἐκφέρηται τὸ ὅλον συνημμένον, οἷον οὕτως ῾῾φῶς ἔστιν, εἴπερ ἡμέρα ἔστιν᾽᾽˙ καὶ γὰρ ἐν τούτῳ λῆγον μὲν καλεῖται τὸ ῾῾φῶς ἔστιν᾽᾽ καίπερ πρῶτον ἐξενεχθέν, ἡγούμενον δὲ τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽ καίπερ δεύτερον λεγόμενον, διὰ τὸ μετὰ τὸν ῾῾εἴπερ᾽᾽ σύνδεσμον τετάχθαι.