HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,114
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,114.rdf
1.
[8.114] ὡσαύτως δὲ καὶ τὸ ἀρχόμενον ἀπὸ ψεύδους, ἐπ' ἀληθὲς δὲ λῆγον ἐστὶν ἀληθές, ὡς τὸ ῾῾εἰ
πέταται ἡ γῆ, ἔστιν ἡ γῆ᾽᾽. μόνως δὲ γίνεται ψεῦδος, ὅταν ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγῃ ἐπὶ
ψεῦδος, ὁποῖόν ἐστι τὸ ῾῾εἰ ἡμέρα ἔστι, νὺξ ἔστιν᾽᾽˙ ἡμέρας γὰρ οὔσης τὸ μὲν ῾῾ἡμέρα ἔστιν᾽᾽
ἀληθές ἐστιν, ὅπερ ἦν ἡγούμενον, τὸ δὲ ῾῾νὺξ ἔστι᾽᾽ ψεῦδός ἐστιν, ὅπερ ἦν λῆγον.